Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια
καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐν μέσῃ τῇ δυνάμει
καὶ μὴ χωρίς: ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ
καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν
ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω,
μηθὲν διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμβαίνοντα
τῆς πρωτοπορείας.