Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
οἱ δ̓ ἐπὶ τῶν ὀρῶν καὶ λόφων
χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους
μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους
δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν: πολλὰ
γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη:
τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι
βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ
ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων
τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτείνεται.