Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵν̓ ἐν
μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν
ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται: οὔτε γὰρ
ἀναγκαστέον οὔθ̓ ὑπισχνουμένοις πιστευτέον ὅλην
ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς: εἰκὸς γάρ
π̣̣̔̓τε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν
αὐτόματον ὕπνον ἐπελθεῖν.