Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
εἰ δὲ διαβοηθείη τόδε τὸ κήρυγμα,
τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον
εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι: τῶν τε
γὰρ βουλομένων δἰ ὀργῆς ἕκαστος εἰς ἄμυναν
ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ
ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε,
κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ
τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα,
μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον
[p. 522]
— οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν
γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι —, οἵ τε
ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς
ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ,
ἀλλ̓ ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν
δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν,
ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν.