Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐπελθόντα δ̓ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν
μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ̓
ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι,
ἀλλ̓ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα
εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει,
μάλιστα δ̓ ὅτ̓ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον
στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον: