Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
γίγνοιτο δ̓ ἄν τι καὶ τούτου χρησιμώτερον,
ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις,
ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι
μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς
πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμβάλῃ
τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν
σκοπῶν ἀναστάντας ἐπείγεσθαι: καὶ μάλιστα
[p. 460]
τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία
τοῦ καιροῦ καθυστερῇ: δόξαντες γὰρ οἱ πολέμιοι
τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν
ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων
πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας εἰς φυγὴν
ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον
ἐπιέναι πλῆθος νομίζοντες.