Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν
[p. 400]
εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συντομώτερον,
εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ:
μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι
τοῖς πολεμίοις εὐθὺς τὰ πράγματα διὰ μάχης
σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω: πολλάκις
γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν
τὴν ἀκμὴν τῶν σωμάτων.