Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας
[p. 392]
καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον,
ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων
καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου
τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς
καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως
ἐξάγειν τὰς δυνάμεις: ὧν γὰρ ἀσθενῆ τὰ πράγματά
ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν
πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν.