Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
οὕτως τε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν
βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει: στρατιωτῶν
δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητος
—δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —, ἐν δὲ
νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος,
ἀφροσύνης τε μᾶλλον ἢ ἀνδρίας μαρτύριον: