σιαγόνος δὲ Κρατῖνος Πλούτοις:
ἡ δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
καὶ Σοφοκλῆς Ἀμύκῳ::
περὶ σιαγόνος βοείας μαχόμενος,
Πλάτων δ᾽ ἐν Τιμαίῳ γράφει: “καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.” καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς ”
σιαγόνας τε δὴ μαλθακὰς τίθησι.