Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ μέμνηται καὶ Φανοστράτης. καὶ περὶ μὲν τῆς Σινώπης Ἡρόδικος ὁ Κρατήτειος ἐν σ᾽ Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. μνημονεύει δ᾽ αὐτῆς Ἀντιφάνης ἐν Ἀρκάδι καὶ ἐν Κηπουρῷ, ἐν Ἀκεστρίᾳ, ἐν Ἁλιευομένῃ, ἐν Νεοττίδι, καὶ Ἄλεξις ἐν Κλεοβουλίνῃ καὶ Καλλικράτης ἐν Μοσχίωνι. περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν
[p. 160] Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δ᾽ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί: ‘ καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.’ ”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.