Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς Ἀθήνας λέγω. ἐπιλείποι δ᾽ ἄν με οὐχ ἡμέρα μία ἐξαριθμούμενον τὰς ἐν τῇ Ῥωμαίων οὐρανοπόλει Ῥώμῃ ἀριθμουμένας πόλεις, ἀλλὰ πᾶσαι αἱ κατὰ τὸν ἐνιαυτὸν ἀριθμούμεναι διὰ τὸ πλῆθος. καὶ γὰρ ὅλα ἔθνη ἀθρόως αὐτόθι συνῴκισται, ὡς τὸ Καππαδοκῶν καὶ Σκυθῶν καὶ Ποντίων καὶ ἄλλων πλειόνων. οὗτοι οὖν πάντες, ὁ σύμπας δῆμος τῆς οἰκουμένης, τὸν ἐφ᾽ ἡμῶν, φησί, φιλόσοφον ὀρχηστὴν Μέμφιν ἐκάλεσαν ἀπαρχαΐζοντες τὴν διὰ τοῦ σώματος αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ καὶ βασιλικωτάτῃ, περὶ ἧς Βακχυλίδης φησὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.