‘42. τῶν δὲ λεπάδων,’ φησὶν ὁ Δίφιλος, ‘τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ [p. 394] δὲ σκληροὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ᾽ αὐταῖς καὶ οἱ κήρυκες: ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι ’
ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας:
ὃς εὖτ᾽ ἂν ἄλλων κρεισσόνων ὁπμὴν μάθῃ,
στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.