Φιλήμων δέ φησιν ὅτι τροφαῖς δ᾽ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ᾽ ἄριστον δεῖπνον τὸ δ᾽ ἑσπέρισμα δορπηστόν, [p. 50] τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ᾽ ἡ τάξις καὶ παρ᾽ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται λέγων
ἀκρατιοῦμαι μικρόν, εἶθ᾽ ἥξω πάλιν
ἄρτου δὶς ἢ τρὶς ἀποδακών.
καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ