Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάντας ἐψυχαγώγησεν: ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος ‘ Φιλόξενε,’ εἶπε, ‘καὶ αὔριον ὧδε δειπνήσεις;’ καὶ ὁ Φιλόξενος ‘ἂν ὄψον,’ ἔφη, ‘μὴ πωλῇ τις.’ 10. Θεόφιλος δέ φησιν ‘ οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος: ἐκεῖνος γάρ ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως ἢ βοῦν ἢ κάμηλον ἢ ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι: πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.’ Κλέαρχος δὲ Μελάνθιόν φησι τοῦτ᾽ εὔξασθαι
[p. 26]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.