Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ λιθιᾶν, ἡ δὲ κοιλίαν προπετεστέραν ἔχειν. τῶν δὲ πινόντων παρ᾽ αὐτῇ συμβαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης ἐν τῷ καθαίρειν εἰς τὸν κόλπον ἐμβαλλομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη ‘ κολποφακῆν διανοεῖται ποιεῖν.’ Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ᾽ ἀγῶνός τινος, ἐν ᾧ τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρ᾽ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι ‘ ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.’ πρὸς δὲ ἀδολέσχην τινὰ
διηγούμενον”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.