51. ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν οἶνον γίνεσθαι [p. 124] ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος: ‘ Χῖος ’
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν
καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
Σαμοθρᾴχκιον καὶ καυλὸν ἐκ Καρχηδόνος
καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων
ὀρίγανόν τε Τενέδιον.