καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. Εὔβουλος δέ φησι ‘ Κνίδια κεράμια, Σικελικὰ βατάνια, ’
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.
Φοίνικες δ᾽ εὗρον γράμματα ἀλεξίλογα.
Θήβη δ᾽ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη:
φορτηγοὺς δ᾽ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ᾽ ἔκγονον εὗρε,
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.