φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι: δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα
καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
ὁρῶ γὰρ θαῦμ᾽ ἄπιστον, ἰχθύων γένη
περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους,
ψήττας, ἐρυθρίνους, κεστρέας, πέρκας, ὄνους,
θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
τρίγλας, ἑλεδώνας, σκορπίους,
τετλάναι.’ 101. [p. 218]
εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου