καὶ Λάχης:
καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν λαχάνοις: ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο τραπέζας.
Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ ‘δάκῃ, φησί, τῶν σικύων’ ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος.
ὡς δ᾽ ὅτ᾽ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.