ὁ Κεῖός φησι ποιητής. 59. τῶν οἴνων ὁ μὲν λευκός, ὁ δὲ κιρρός, ὁ δὲ μέλας. καὶ ὁ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον ἀνωφερὴς γὰρ ὁ οἶνος. ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός: ὁ δὲ γλυκάζων [p. 142] καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος.
ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει.
οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,