Ἵππυς δ᾽ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας, εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός, ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε:
νῆες δ᾽ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι.
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ ' Ἀνθηδόνα ναίεις