καὶ ἐν Σφηξί. Φερεκράτης δ᾽ ἐν Αὐτομόλοις:
ἔχε τὸν πρῶτον πάντων
ἴφυα φῦναι
εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
Δίφιλος δ᾽ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη,’ φησίν, ‘ ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος: κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.’ ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτὴν ὑφ᾽ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη
κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.