Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ τῶν διαθηκῶν τῶν Καίσαρος
ἀνοιχθεισῶν εὑρέθη δεδομένη Ῥωμαίων ἑκάστῳ δόσις ἀξιόλογος, καί τὸ
σῶμα κομιζόμενον δι᾽ ἀγορᾶς ἐθεάσαντο ταῖς πληγαῖς διαλελωβημένον, οὐκέτι
κόσμον εἶχεν οὐδὲ τάξιν αὐτῶν τὸ πλῆθος, ἀλλὰ τῷ μὲν νεκρῷ
περισωρεύσαντες ἐξ ἀγορᾶς βάθρα καί κιγκλίδας καί τραπέζας ὑφῆψαν αὐτοῦ
καὶ κατέκαυσαν, ἀράμενοι δὲ δαλοὺς διαπύρους ἔθεον ἐπὶ τὰς οἰκίας τῶν
ἀνῃρηκότων ὡς καταφλέξοντες, ἄλλοι δὲ ἐφοίτων πανταχόσε τῆς πόλεως
συλλαβεῖν καί διασπάσασθαι τοὺς ἄνδρας ζητοῦντες.
[2]
οἷς ἐκείνων μὲν οὐδεὶς ἀπήντησεν, ἀλλὰ εὖ πεφραγμένοι
πάντες ἦσαν. Κίννας δέ τις τῶν Καίσαρος ἑταίρων ἔτυχε μὲν, ὥς φασι,
τῆς παρῳχημένης νυκτὸς ὄψιν ἑωρακὼς ἄτοπον ἐδόκει γὰρ ὑπὸ Καίσαρος
ἐπὶ δεῖπνον καλεῖσθαι, παραιτούμενος δὲ ἄγεσθαι τῆς χειρὸς ὑπ᾽ αὐτοῦ μὴ
βουλόμενος, ἀλλ᾽ ἀντιτείνων. ὡς δ᾽ ἤκουσεν ἐν ἀγορᾷ τὸ σῶμα καίεσθαι
τοῦ Καίσαρος, ἀναστὰς ἐβάδιζεν ἐπὶ τιμῇ, καίπερ ὑφορώμενός τε τὴν
ὄψιν ἅμα καί πυρέττων.
[3]
καί τις ὀφθέντος
αὐτοῦ τῶν πολλῶν ἔφρασεν ἑτέρῳ τοὔνομα [p. 604] πυνθανομένῳ,
κἀκεῖνος ἄλλῳ, καί διὰ πάντων εὐθὺς ἦν ὡς οὗτός ἐστιν ὁ ἀνὴρ τῶν
ἀνῃρηκότων Καίσαρα καί γὰρ ἦν τις ὁμώνυμος ἐκείνῳ Κίννας ἐν τοῖς
συνομοσαμένοις, ὃν τοῦτον εἶναι προλαβόντες ὥρμησαν εὐθὺς καί διέσπασαν
ἐν μέσῳ τὸν ἄνθρωπον.
[4]
τοῦτο μάλιστα
δείσαντες οἱ περὶ Βροῦτον καί Κάσσιον οὐ πολλῶν ἡμερῶν διαγενομένων
ἀπεχώρησαν ἐκ τῆς πόλεως, ἃ δὲ καί πράξαντες καί παθόντες ἐτελεύτησαν,
ἐν τοῖς περὶ Βροῦτον γέγραπται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.