Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τῶν δ᾽
ἀποστάντων οἱ μὲν παρωκεάνιοι πάντες ἀμαχεὶ προσεχώρησαν ἐπὶ δὲ τοὺς
ἀγριωτάτους καὶ μαχιμωτάτους τῶν τῇδε, Νερβίους, ἐστράτευσεν, οἵπερ εἰς
συμμιγεῖς δρυμοὺς κατῳκημένοι, γενεὰς δὲ καὶ κτήσεις ἔν τινι βυθῷ τῆς
ὕλης ἀπωτάτω θέμενοι τῶν πολεμίων, αὐτοὶ τῷ Καίσαρι ποιουμένῳ χάρακα
καὶ μὴ προσδεχομένῳ τηνικαῦτα τὴν μάχην ἑξακισμύριοι τὸ πλῆθος ὄντες
αἰφνιδίως προσέπεσον, καὶ τοὺς μὲν ἱππεῖς ἐτρέψαντο, τῶν δὲ ταγμάτων τὸ
δωδέκατον καὶ τὸ ἕβδομον περισχόντες ἅπαντας ἀπέκτειναν τοὺς ταξιάρχους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.