Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὗτος οὖν εἰς πολλὰ διελὼν τὴν δύναμιν
μέρη καὶ πολλοὺς ἐπιστήσας ἡγεμόνας ᾠκειοῦτο τὴν πέριξ ἅπασαν ἄχρι
τῶν πρὸς τὸν Ἄραρα κεκλιμένων, διανοούμενος ἤδη τῶν ἐν Ῥώμῃ
συνισταμένων ἐπὶ Καίσαρα σύμπασαν ἐγείρειν τῷ πολέμῳ Γαλατίαν. ὅπερ
εἰ μικρὸν ὕστερον ἔπραξε, Καίσαρος εἰς τὸν ἐμφύλιον ἐμπεσόντος
πόλεμον, οὐκ ἂν ἐλαφρότεροι τῶν Κιμβρικῶν ἐκείνων φόβοι τὴν Ἰταλίαν
κατέσχον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.