Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οἱ δὲ ἔχαιρον, ἀφελείᾳ
τινὶ καὶ παιδιᾷ τὴν παρρησίαν ταύτην νέμοντες. ὡς δὲ ἧκον ἐκ Μιλήτου
τὰ λύτρα καὶ δοὺς ἀφείθη, πλοῖα πληρώσας εὐθὺς ἐκ τοῦ Μιλησίων λιμένος
ἐπὶ τοὺς λῃστὰς [p. 446] ἀνήγετο καὶ καταλαβὼν ἔτι πρὸς τῇ
νήσῳ ναυλοχοῦντας ἐκράτησε τῶν πλείστων, καὶ τὰ μὲν χρήματα λείαν
ἐποιήσατο, τοὺς δὲ ἄνδρας ἐν Περγάμῳ καταθέμενος εἰς τὸ δεσμωτήριον
αὐτὸς ἐπορεύθη πρὸς τὸν διέποντα τὴν Ἀσίαν Ἰούνιον, 1 ὡς ἐκείνῳ
προσῆκον ὄντι στρατηγῷ κολάσαι τοὺς ἑαλωκότας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.