Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
εἶχε μέντοι καί δι᾽ ὑποψίας ὁ Καῖσαρ αὐτὸν, ὥστε καί πρὸς τοὺς
φίλους εἰπεῖν ποτε: ‘τί φαίνεται βουλόμενος ὑμῖν
Κάσσιος; ἐμοὶ μὲν γὰρ οὐ λίαν ἀρέσκει λίαν ὠχρὸς ὤν.’ πάλιν δὲ
λέγεται, περὶ Ἀντωνίου καί Δολοβέλλα διαβολῆς πρὸς αὐτὸν, ὡς
νεωτερίζοιεν, ἐλθούσης, ‘οὐ πάνυ,’ φάναι, ‘τούτους δέδοικα τοὺς παχεῖς καί κομήτας, μᾶλλον δὲ
τοὺς ὠχροὺς καί λεπτοὺς ἐκείνους’ Κάσσιον λέγων καί Βροῦτον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.