Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ δὲ τούτου τῆς Σύλλα δυνάμεως ἤδη
μαραινομένης καὶ τῶν οἴκοι καλούντων αὐτόν ἔπλευσεν εἰς Ῥόδον ἐπὶ
σχολὴν πρὸς Ἀπολλώνιον τὸν τοῦ Μόλωνος, οὗ καὶ Κικέρων ἠκρόατο,
σοφιστεύοντος ἐπιφανῶς καὶ τὸν τρόπον ἐπιεικοῦς εἶναι δοκοῦντος, λέγεται
δὲ καὶ φῦναι πρὸς λόγους πολιτικοὺς ὁ Καῖσαρ ἄριστα, καὶ διαπονῆσαι
φιλοτιμότατα τὴν φύσιν, ὡς τὰ δευτερεῖα μὲν ἀδηρίτως ἔχειν, τὸ δὲ
πρωτεῖον, ὅπως τῇ δυνάμει καὶ τοῖς ὅπλοις πρῶτος εἴη μᾶλλον
ἀσχοληθείς, ἀφεῖναι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.