Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου διαβαλὼν εἰς Ἰταλίαν ἀνέβαινεν
εἰς Ῥώμην, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ
δεύτερον, οὐδέποτε τῆς ἀρχῆς ἐκείνης πρότερον
ἐνιαυσίου γενομένης: εἰς δὲ τοὐπιὸν ὕπατος ἀπεδείχθη, καὶ κακῶς
ἤκουσεν ὅτι τῶν στρατιωτῶν στασιασάντων καὶ δύο στρατηγικοὺς ἄνδρας
ἀνελόντων, Κοσκώνιον καὶ Γάλβαν, ἐπετίμησε μὲν αὐτοῖς τοσοῦτον ὅσον
ἀντὶ στρατιωτῶν πολίτας προσαγορεῦσαι, χιλίας δὲ διένειμεν ἑκάστῳ δραχμὰς
καὶ χώραν τῆς Ἰταλίας ἀπεκλήρωσε πολλήν.
[2]
ἦν δὲ αὐτοῦ διαβολὴ καὶ ἡ Δολοβέλλα μανία καὶ ἡ Ἀμαντίου φιλαργυρία
καὶ μεθύων Ἀντώνιος καὶ Κορφίνιος τὴν Πομπηΐου σκευωρούμενος οἰκίαν
καὶ μετοικοδομῶν ὡς ἱκανὴν οὐκ οὖσαν. ἐπὶ τούτοις γὰρ ἐδυσφόρουν
Ῥωμαῖοι. Καῖσαρ δὲ διὰ τὴν ὑπόθεσιν τῆς πολιτείας οὐκ ἀγνοῶν οὐδὲ
βουλόμενος ἠναγκάζετο χρῆσθαι τοῖς ὑπουργοῦσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.