previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Καῖσαρ ὡς ἐν τῷ χάρακι τοῦ Πομπηΐου γενόμενος τούς τε κειμένους νεκροὺς ἤδη τῶν πολεμίων εἶδε καὶ τούς ἔτι κτεινομένους, εἶπεν ἄρα στενάξαςτοῦτο ἐβουλήθησαν, εἰς τοῦτό με ἀνάγκης ὑπηγάγοντο, ἵνα Γάϊος Καῖσαρ μεγίστους πολέμους κατορθώσας, εἰ προηκάμην τὰ στρατεύματα, κἂν κατεδικάσθην.’ [2] ταῦτά φησι Πολλίων Ἀσίννιος τὰ ῥήματα Ῥωμαϊστὶ μὲν ἀναφθέγξασθαι τὸν Καίσαρα παρὰ τὸν τότε καιρόν, Ἑλληνιστὶ δ᾽ ὑπ᾽ αὑτοῦ γεγράφθαι τῶν δὲ ἀποθανόντων τούς πλείστους οἰκέτας γενέσθαι περὶ τὴν κατάληψιν τοῦ χάρακος ἀναιρεθέντας, στρατιώτας δὲ μὴ πλείους ἑξακισχιλίων πεσεῖν, τῶν δὲ ζώντων ἁλόντων κατέμιξε τούς πλείστους Καῖσαρ εἰς τὰ τάγματα: πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωκεν, ὧν καὶ Βροῦτος ἦν κτείνας αὐτὸν ὕστερον, ἐφ᾽ λέγεται μὴ [p. 554] φαινομένῳ μὲν ἀγωνιᾶσαι, σωθέντος δὲ καὶ παραγεονμένου πρὸς αὐτὸν ἡσθῆναι διαφερόντως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: