previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπιγίνεται τούτοις τοῖς προσκρούσμασιν τῶν δημάρχων προπηλακισμός. ἦν μὲν γὰρ τῶν Λουπερκαλίων ἑορτή, περὶ ἧς πολλοὶ γράφουσιν ὡς ποιμένων τὸ παλαιὸν εἴη, καί τι καί προσήκει τοῖς Ἀρκαδικοῖς Λυκαίοις. [2] τῶν δ᾽ εὐγενῶν νεανίσκων καί ἀρχόντων πολλοὶ διαθέουσιν ἀνὰ τὴν πόλιν γυμνοί, σκύτεσι λασίοις τοὺς ἐμποδὼν ἐπὶ παιδιᾷ καί γέλωτι παίοντες πολλαὶ δὲ καί τῶν ἐν τέλει γυναικῶν ἐπίτηδες ὑπαντῶσαι παρέχουσιν ὥσπερ ἐν διδασκάλου τὼ χεῖρε ταῖς πληγαῖς, πεπεισμέναι πρὸς εὐτοκίαν κυούσαις, ἀγόνοις δὲ πρὸς κύησιν ἀγαθὸν εἶναι. [3] ταῦτα Καῖσαρ ἐθεᾶτο καθήμενος ἐπὶ τῶν ἐμβόλων ἐπὶ δίφρου χρυσοῦ, θριαμβικῷ κόσμῳ κεκοσμημένος. Ἀντώνιος δὲ τῶν θεόντων τὸν ἱερὸν δρόμον εἷς ἦν καί γὰρ ὑπάτευεν. ὡς οὖν εἰς τὴν ἀγορὰν ἐνέβαλε καί τὸ πλῆθος αὐτῷ διέστη, φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον ὤρεξε τῷ Καίσαρι καί γίνεται κρότος οὐ λαμπρός, ἀλλ᾽ ὀλίγος ἐκ παρασκευῆς, [4] ἀπωσαμένου δὲ τοῦ Καίσαρος ἅπας δῆμος ἀνεκρότησεν αὖθις δὲ προσφέροντος ὀλίγοι, καί μὴ δεξαμένου πάλιν ἅπαντες, οὕτω δὲ τῆς πείρας ἐξελεγχομένης Καῖσαρ μὲν ἀνίσταται, τὸν στέφανον εἰς τὸ Καπιτώλιον ἀπενεχθῆναι κελεύσας, ὤφθησαν δὲ ἀνδριάντες αὐτοῦ διαδήμασιν ἀναδεδεμένοι βασιλικοῖς. καί τῶν δημάρχων δύο, Φλάουϊος καί Μάρυλλος, ἐπελθόντες ἀπέσπασαν, καί τοὺς ἀσπασαμένους βασιλέα τὸν Καίσαρα πρώτους ἐξευρόντες ἀπῆγον εἰς τὸ δεσμωτήριον. [5] δὲ δῆμος εἵπετο κροτῶν, καί Βρούτους ἀπεκάλει τοὺς ἄνδρας, ὅτι Βροῦτος ἦν καταλύσας τὴν τῶν [p. 586] βασιλέων διαδοχὴν καί τὸ κράτος εἰς βουλὴν καί δῆμον ἐκ μοναρχίας καταστήσας. ἐπὶ τούτῳ Καῖσαρ παροξυνθείς τὴν μὲν ἀρχὴν ἀφείλετο τῶν περὶ τὸν Μάρυλλον, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν ἅμα καὶ τὸν δῆμον ἐφυβρίζων πολλάκις Βρούτους τε καὶ Κυμαίους ἀπεκάλει τοὺς ἄνδρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: