previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τῶν σκηνῶν ἤδη καταλελυμένων οἱ σκοποὶ προσίππευσαν αὑτῷ τοὺς πολεμίους ἐπὶ μάχῃ καταβαίνειν ἀπαγγέλλοντες περιχαρὴς γενόμενος καὶ προσευξάμενος τοῖς θεοῖς παρέταττε τὴν φάλαγγα, τὴν τάξιν τριπλῆν ποιῶν, καὶ τοῖς μὲν μέσοις ἐπέστησε Καλβῖνον Δομίτιον, τῶν δὲ κεράτων τὸ μὲν εἶχεν Ἀντώνιος, Αὐτὸς δὲ τὸ δεξιόν, ἐν τῷ δεκάτῳ τάγματι μέλλων μάχεσθαι. [2] κατὰ τοῦτο δὲ τοὺς τῶν πολεμίων ἱππεῖς ἀντιπαραταττομένους ὁρῶν, καὶ δεδοικὼς τὴν λαμπρότητα καὶ τὸ πλῆθος αὐτῶν, ἀπὸ τῆς ἐσχάτης τάξεως ἀδήλως ἐκέλευσε περιελθεῖν πρὸς ἑαυτὸν ἓξ σπείρας καὶ κατόπιν ἔστησε τοῦ δεξιοῦ, [p. 548] διδάξας χρὴ ποιεῖν ὅταν οἱ τῶν πολεμίων ἱππεῖς προσφέρωνται. Πομπήϊος δὲ τὸ μὲν Αὐτὸς εἶχε τῶν κεράτων, τὸ δ᾽ εὐώνυμον Δομίτιος, τοῦ δὲ μέσου Σκηπίων ἦρχεν πενθερός. [3] οἱ δὲ ἱππεῖς ἅπαντες ἐπὶ τὸ ἀριστερὸν ἔβρισαν ὡς τὸ δεξιὸν κυκλωσόμενοι τῶν πολεμίων καὶ λαμπρὰν περὶ αὐτὸν τὸν ἡγεμόνα ποιησόμενοι τροπήν οὐδὲν γὰρ ἀνθέξειν βάθος ὁπλιτικῆς φάλαγγος, ἀλλὰ συντρίψεσθαι καὶ καταρράξεσθαι πάντα τοῖς ἐναντίοις ἐπιβολῆς ἅμα τοσούτων ἱππέων γενομένης.

[4] ἐπεὶ δὲ σημαίνειν ἔμελλον ἀμφότεροι τὴν ἔφοδον, Πομπήϊος μὲν ἐκέλευσε τοὺς ὁπλίτας ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τὴν ἐπιδρομὴν τῶν πολεμίων, μέχρι ἂν ὑσσοῦ βολῆς ἐντὸς γένωνται. Καῖσαρ δὲ καὶ περὶ τοῦτο διαμαρτεῖν φησιν αὐτόν, ἀγνοήσαντα τὴν μετὰ δρόμου καὶ φορᾶς ἐν ἀρχῇ γινομένην σύρραξιν, ὡς ἔν τε ταῖς πληγαῖς βίαν προστίθησι καὶ συνεκκαίει τὸν θυμὸν ἐκ πάντων ἀναρριπιζόμενον. [5] αὐτὸς δὲ κινεῖν τὴν φάλαγγα μέλλων καὶ προϊὼν ἐπ᾽ ἔργον ἤδη πρῶτον ὁρᾷ τῶν ταξιάρχων ἄνδρα πιστὸν αὐτῷ καὶ πολέμων ἔμπειρον, ἐπιθαρσύνοντα τοὺς ὑφ᾽ αὑτῷ καὶ προκαλούμενον εἰς ἅμιλλαν ἀλκῆς, τοῦτον ὀνομαστὶ προσαγορεύσας, ‘τί ἐλπίζομεν,’ εἶπεν, ‘ Γάϊε Κρασσίνιε, καὶ πῶς τι θάρσους ἔχομεν;’ [6] δὲ Κρασσίνιος ἐκτείνας τὴν δεξιὰν καὶ μέγα βοήσας, ‘νικήσομεν,’ ἔφη, ‘λαμπρῶς, Καῖσαρ ἐμὲ δὲ ζῶντα τήμερον τεθνηκότα ἐπαινέσεις.’ ταῦτα εἰπὼν πρῶτος ἐμβάλλει τοῖς [p. 550] πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτὸν ἑκατὸν καὶ εἴκοσι στρατιώτας, διακόψας δὲ τοὺς πρώτους καὶ πρόσω χωρῶν φόνῳ πολλῷ καὶ βιαζόμενος ἀνακόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶ τὴν αἰχμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: