previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα μὲν οὖν λέγεται γενέσθαι τὰ πρὸ τῶν Γαλατικῶν. δὲ τῶν πολέμων οὓς ἐπολέμησε μετὰ ταῦτα, καὶ τῶν στρατειῶν αἷς ἡμερώσατο τὴν Κελτικὴν, χρόνος, ὥσπερ ἄλλην ἀρχὴν λαβόντος αὐτοῦ καὶ καταστάντος εἰς ἑτέραν τινὰ βίου καὶ πραγμάτων καινῶν ὁδόν, οὐκ ἔστιν ὅτου τῶν μάλιστα τεθαυμασμένων ἐφ᾽ ἡγεμονίᾳ καὶ μεγίστων γεγονότων ἀπολείποντα πολεμιστὴν καὶ στρατηλάτην ἀπέδειξεν αὐτόν, [2] [p. 478] ἀλλ᾽ εἴτε Φαβίους καὶ Σκηπίωνας καὶ Μετέλλονς καὶ τοὺς κατ᾽ αὐτὸν μικρὸν ἔμπροσθεν αὐτοῦ, Σύλλαν καὶ Μάριον ἀμφοτέρους τ̣ε Λευκούλλους καὶ Πομπήϊον αὐτόν, οὗ κλέος ὑπουράνιον ἤνθει τότε παντοίας περὶ πόλεμον ἀρετῆς, παραβάλοι τις, αἱ Καίσαρος ὑπερβάλλουσι πράξεις τὸν μὲν χαλεπότητι τόπων ἐν οἷς ἐπολέμησε, τὸν δὲ μεγέθει χώρας ἣν προσεκτήσατο, τὸν δὲ πλήθει καὶ βίᾳ πολεμίων οὓς ἐνίκησε, [3] τὸν δὲ ἀτοπίαις καὶ ἀπιστίαις ἠθῶν καθωμίλησε, τὸν δὲ ἐπιεικείᾳ καὶ πρᾳότητι πρὸς τοὺς ἁλισκομένους, τὸν δὲ δώροις καὶ χάρισι πρὸς τοὺς συστρατευομένους, πάντας δὲ τῷ πλείστας μεμαχῆσθαι μάχας καὶ πλείστους ἀνῃρηκέναι τῶν ἀντιταχθέντων. ἔτη γὰρ οὐδὲ δέκα πολεμήσας περὶ Γαλατίαν πόλεις μὲν ὑπὲρ ὀκτακοσίας κατὰ κράτος εἷλεν, ἔθνη δὲ ἐχειρώσατο τριακόσια, μυριάσι δὲ παραταξάμενος κατὰ μέρος τριακοσίαις ἑκατὸν μὲν ἐν χερσὶ διέφθειρεν, ἄλλας δὲ τοσαύτας ἐζώγρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: