Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλὰ γὰρ ὁ μὲν πρῶτος αὐτῷ τῶν Κελτικῶν
πολέμων πρός Ἑλβηττίους συνέστη καὶ Τιγυρίνους, οἳ τὰς αὑτῶν δώδεκα
πόλεις καὶ κώμας τετρακοσίας ἐμπρήσαντες ἐχώρουν πρόσω [p. 486] διὰ
τῆς ὑπὸ Ῥωμαίους Γαλατίας, ὥσπερ πάλαι Κίμβροι καὶ Τεύτονες, οὔτε
τόλμαν ἐκείνων ὑποδεέστεροι δοκοῦντες εἶναι καὶ πλῆθος ὁμαλῶς τριάκοντα
μὲν αἱ πᾶσαι μυριάδες ὄντες, εἴκοσι δὲ αἱ μαχόμεναι μιᾶς δέουσαι.
[2]
τούτων Τιγυρίνους μὲν οὐκ αὐτός, ἀλλὰ
Λαβιηνὸς πεμφθεὶς ὑπ᾽ αὐτοῦ περὶ τὸν Ἄραρα ποταμὸν συνέτριψεν,
Ἐλβηττίων δὲ αὐτῷ πρός τινα πόλιν φίλην ἄγοντι τὴν στρατιὰν καθ᾽ ὁδὸν
ἀπροσδοκήτως ἐπιθεμένων φθάσας ἐπὶ χωρίον καρτερὸν κατέφυγε, κἀκεῖ
συναγαγὼν καὶ παρατάξας τὴν δύναμιν, ὡς ἵππος αὐτῷ προσήχθη, ‘τούτῳ μὲν,’ ἔφη, ‘νικήσας
χρήσομαι πρός τὴν δίωξιν, νῦν δὲ ἴωμεν ἐπὶ τοὺς πολεμίους,’ καὶ
πεζὸς ὁρμήσας ἐνέβαλε.
[3]
χρόνῳ δὲ καὶ
χαλεπῶς ὠσάμενος τὸ μάχιμον περὶ ταῖς ἁμάξαις καὶ τῷ χάρακι τὸν
πλεῖστον ἔσχε πόνον, οὐκ αὑτῶν μόνων ὑφισταμένων ἐκεῖ καὶ μαχομένων,
ἀλλὰ καὶ παῖδες αὑτῶν καὶ γυναῖκες ἀμυνόμενοι μέχρι θανάτου
συγκατεκόπησαν, ὥστε τὴν μάχην μόλις εἰς μέσας νύκτας τελευτῆσαι.
[4]
καλῷ δὲ τῷ τῆς νίκης ἔργῳ κρεῖττον
ἐπέθηκε τὸ συνοικίσαι τοὺς διαφυγόντας ἐκ τῆς μάχης τῶν περιόντων
βαρβάρων, καὶ καταναγκάσαι τὴν χώραν ἀναλαβεῖν ἣν ἀπέλιπον καὶ τὰς
πόλεις ἃς διέφθειραν, ὄντας ὑπὲρ δέκα μυριάδας, ἔπραξε δὲ τοῦτο δεδιὼς
μὴ τὴν χώραν ἔρημον γενομένην οἱ Γερμανοὶ διαβάντες κατάσχωσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.