Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὐνοίᾳ δὲ καὶ προθυμίᾳ στρατιωτῶν ἐχρήσατο
τοσαύτῃ περὶ αὑτόν ὥστε τοὺς ἑτέρων μηδὲν ἐν ταῖς ἄλλαις στρατείαις
διαφέροντας ἀμάχους καὶ ἀνυποστάτους φέρεσθαι πρὸς πᾶν δεινὸν ὑπὲρ τῆς
Καίσαρος δόξης, οἷος ἦν τοῦτο μὲν Ἀκίλιος, ὃς ἐν τῇ περὶ
Μασσαλίαν ναυμαχίᾳ νεὼς πολεμίας ἐπιβεβηκώς τὴν μὲν δεξιὰν ἀπεκόπη
χεῖρα μαχαίρᾳ, τῇ δὲ ἑτέρα τὸν θυρεὸν οὐκ ἀφῆκεν, ἀλλὰ τύπτων εἰς
τὰ πρόσωπα τοὺς [p. 480] πολεμίους ἀπέστρεψε πάντας καὶ τοῦ σκάφους
ἐπεκράτησε τοῦτο δὲ Κάσσιος Σκεύας,
[2]
ὃς
ἐν τῇ περὶ Δυρράχιον μάχῃ τὸν ὀφθαλμὸν ἐκκοπεὶς τοξεύματι, τὸν δὲ
ὦμον ὑσσῷ καὶ τὸν μηρὸν ἑτέρῳ διεληλαμένος, τῷ δὲ θυρεῷ βελῶν
ἑκατὸν καὶ τριάκοντα πληγὰς ἀναδεδεγμένος, ἐκάλει τοὺς πολεμίους ὡς
παραδώσων ἑαυτόν. δυεῖν δὲ προσιόντων, τοῦ μὲν ἀπέκοψε τὸν. ὦμον τῇ
μαχαίρᾳ, τὸν δὲ κατὰ τοῦ προσώπου πατάξας ἀπέστρεψεν, αὐτὸς δὲ διεσώθη
τῶν οἰκείων περισχόντων.
[3]
ἐν δὲ Βρεττανίᾳ
τῶν πολεμίων εἰς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων ἐμπεσοῦσι τοῖς πρώτοις
ταξιάρχοις ἐπιθεμένων στρατιώτης, Καίσαρος αὐτοῦ τὴν μάχην ἐφορῶντος,
ὠσάμενος εἰς μέσους καὶ πολλὰ καὶ περίοπτα τόλμης ἀποδειξάμενος ἔργα
τοὺς μὲν ταξιάρχους ἔσωσε, τῶν βαρβάρων φυγόντων, αὐτὸς δὲ χαλεπῶς ἐπὶ
πᾶσι διαβαίνων ἔρριψεν ἑαυτὸν εἰς ῥεύματα τελματώδη, καὶ μόλις ἄνευ
τοῦ θυρεοῦ, τὰ μὲν νηχόμενος, τὰ δὲ βαδίζων, διεπέρασε.
[4]
θαυμαζόντων δὲ τῶν περὶ τὸν Καίσαρα καὶ μετὰ
χαρᾶς καὶ κραυγῆς ἀπαντώντων, αὐτὸς εὖ μάλα κατηφὴς καὶ δεδακρυμένος
προσέπεσε τῷ Καίσαρι, συγγνώμην αἰτούμενος ἐπὶ τῷ προέσθαι τὸν θυρεόν.
ἐν δὲ Λιβύῃ ναῦν ἑλόντες οἱ περὶ Σκηπίωνα Καίσαρος, ἐν ᾗ Γράνιος
Πέτρων ἐπέπλει ταμίας ἀποδεδειγμένος, τοὺς μὲν ἄλλους ἐποιοῦντο λείαν,
τῷ δὲ ταμίᾳ διδόναι τὴν σωτηρίαν ἔφασαν, ὁ δὲ εἰπών ὅτι τοῖς
Καίσαρος στρατιώταις οὐ λαμβάνειν, ἀλλὰ διδόναι σωτηρίαν ἔθος ἐστίν,
ἑαυτὸν τῷ ξίφει πατάξας ἀνεῖλε. [p. 482]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.