previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνος ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν [p. 542] ὅς γε καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸ πλῆθος γενομένους ἰδών ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δ᾽ ἄλλοι πάντες ἐκάκιζον τὸν Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον ' Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων ἀποκαλοῦντες, ὡς δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλ᾽ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν. [2] Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν ὑποποιούμενος, μανικῶς ἐσχετλίαζεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολαῦσαι σύκων Διὰ τὴν Πομπηΐου φιλαρχίαν. Ἀφράνιος δὲ νεωστὶ γὰρ ἐξ Ἰβηρίας ἀφῖκτο κακῶς στρατηγήσασ᾽ διαβαλλόμενος ἐπὶ χρήμασι προδοῦναι τὸν στρατόν, ἠρώτα Διὰ τί πρὸς τὸν ἔμπορον οὐ μάχονται τὸν ἐωνημένον παρ᾽ αὐτοῦ τὰς ἐπαρχίας, ἐκ τούτων ἁπάντων συνελαυνόμενος ἄκων εἰς μάχην Πομπήϊος ἐχώρει τὸν Καίσαρα διώκων.

[3] δὲ τὴν μὲν ἄλλην πορείαν χαλεπῶς ἤνυσεν, οὐδενὸς παρέχοντος ἀγοράν, ἀλλὰ πάντων καταφρονούντων Διὰ τὴν ἔναγχος ἧτταν ὡς δὲ εἷλε Γόμφους, Θεσσαλικὴν πόλιν, οὐ μόνον ἔθρεψε τὴν στρατιάν, ἀλλὰ καὶ τοῦ νοσήματος ἀπήλλαξε παραλόγως. ἀφθόνῳ γὰρ ἐνέτυχον οἴνῳ, καὶ πιόντες ἀνέδην, εἶτα χρώμενοι κώμοις καὶ βακχεύοντες ἀνὰ τὴν ὁδὸν, ἐκ μέθης διεκρούσαντο καὶ παρήλλαξαν τὸ πάθος, εἰς ἕξιν ἑτέραν τοῖς σώμασι μεταπεσόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: