VIII. Res Asiae
οἱ δ᾽ Ἀπασιάκαι κατοικοῦσι μὲν ἀνὰ μέσον Ὄξου καὶ Τανάιδος, ὧν ὁ μὲν εἰς τὴν Ὑρκανίαν ἐμβάλλει θάλατταν, ὁ δὲ Τάναϊς ἐξίησιν εἰς τὴν Μαιῶτιν λίμνην: εἰσὶ δ᾽ ἑκάτεροι κατὰ τὸ μέγεθος πλωτοί. [2] καὶ δοκεῖ θαυμαστὸν εἶναι πῶς οἱ Νομάδες περαιούμενοι τὸν Ὄξον εἰς τὴν Ὑρκανίαν ἔρχονται πεζῇ μετὰ τῶν ἵππων. [3] εἰσὶ δὲ δύο λόγοι περὶ τούτου τοῦ πράγματος, ὁ μὲν ἐπιεικής, ὁ δ᾽ ἕτερος παράδοξος, οὐ μὴν ἀδύνατος. [4] ὁ γὰρ Ὄξος ἔχει μὲν ἐκ τοῦ Καυκάσου τὰς πηγάς, ἐπὶ πολὺ δ᾽ αὐξηθεὶς ἐν τῇ Βακτριανῇ, συρρεόντων εἰς αὐτὸν ὑδάτων, φέρεται διὰ πεδιάδος χώρας πολλῷ καὶ θολερῷ ῥεύματι. [5] παραγενόμενος δ᾽ εἰς τὴν ἔρημον ἐπί τινας πέτρας ἀπορρῶγας ἐξωθεῖ τὸ ῥεῦμα τῇ βίᾳ διὰ τὸ πλῆθος καὶ τὴν καταφορὰν τῶν ὑπερκειμένων τόπων ἐπὶ τοσοῦτον ὥστε τῆς πέτρας ἐν τοῖς κάτω μέρεσι πλεῖον ἢ στάδιον ἀφάλλεσθαι τὴν καταφορὰν αὐτοῦ. [6] διὰ δὴ τούτου τοῦ τόπου φασὶ τοὺς Ἀπασιάκας παρ᾽ αὐτὴν τὴν πέτραν ὑπὸ τὴν καταφορὰν τοῦ ποταμοῦ πεζεύειν μετὰ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. [7] ὁ δ᾽ ἕτερος λόγος ἐπιεικεστέραν ἔχει τοῦ πρόσθεν τὴν ἀπόφασιν. τοῦ γὰρ ὑποκειμένου τόπου μεγάλους ἔχοντος πλαταμῶνας, εἰς οὓς καταρράττει, τούτους φασὶ τῇ βίᾳ τοῦ ῥεύματος ἐκκοιλαίνοντα καὶ διαρρηγνύντα κατὰ βάθος ὑπὸ γῆν φέρεσθαι τόπον οὐ πολύν, εἶτ᾽ ἀναφαίνεσθαι πάλιν. [8] τοὺς δὲ βαρβάρους διὰ τὴν ἐμπειρίαν κατὰ τὸν διαλείποντα τόπον ποιεῖσθαι τὴν δίοδον ἐπὶ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. —