previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν Πόπλιος καὶ τοῖς ὑπ᾽ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελγείας, [2] ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλ᾽ αἰχμαλώτων καὶ δούλων, οὕτως τετηρηκέναι τὴν πίστιν ὡς οὐδ᾽ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας. [3] τῶν δ᾽ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάντων αὐτὸν καὶ προσφωνησάντων βασιλέα πάντων, οἱ μὲν παρόντες ἐπεσημήναντο τὸ ῥηθέν, δὲ Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει: τεύξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων ὑπὸ Ῥωμαίων. [4] καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δ᾽ ἐπαύριον ἐποιεῖτο τὰς συνθήκας πρὸς αὐτούς. [5] ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις. [6] γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν. [7]

δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων: [8] πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. [9] δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν. [10] οὐ μὴν ἀλλὰ προσανασχὼν δύ᾽ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), BAE´CULA
    • Dictionary of Greek and Roman Geography (1854), CA´STULO
    • Dictionary of Greek and Roman Geography (1854), ORETA´NI
    • Smith's Bio, Indi'bilis
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: