previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


I. Res Italiae

ὄντων γὰρ ἀπὸ τοῦ πορθμοῦ καὶ τῆς Ῥηγίνων πόλεως σταδίων εἰς Τάραντα πλειόνων δισχιλίων, εἰς τέλος ἀλίμενον εἶναι συμβαίνει τὴν πλευρὰν τῆς Ἰταλίας ταύτην πλὴν τῶν ἐν Τάραντι λιμένων: [2] τέτραπται μὲν εἰς τὸ Σικελικὸν πέλαγος, νεύει δὲ πρὸς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους, ἔχει δὲ τῶν τε βαρβάρων ἐθνῶν τὰ πολυανθρωπότατα καὶ τῶν Ἑλληνίδων πόλεων τὰς ἐπιφανεστάτας. [3] Βρέττιοι γὰρ καὶ Λευκανοὶ καί τινα μέρη τῶν Δαυνίων, ἔτι δὲ Καλαβροὶ καὶ πλείους ἕτεροι τοῦτο τὸ κλῖμα νέμονται τῆς Ἰταλίας: [4] ὁμοίως δὲ καὶ τῶν Ἑλληνίδων πόλεων Ῥήγιον καὶ Καυλωνία καὶ Λοκροὶ καὶ Κρότων, ἔτι δὲ Μεταπόντιον καὶ Θούριοι ταύτην ἐπέχουσι τὴν παραλίαν, [5] ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατ᾽ ἀνάγκην ὁρμεῖν ἐν τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύτην τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι τῇ πόλει. [6] τεκμήραιτο δ᾽ ἄν τις τοῦ τόπου τὴν εὐκαιρίαν ἐκ τῆς περὶ Κροτωνιάτας γενομένης εὐδαιμονίας. ἐκεῖνοι γὰρ θερινοὺς ἔχοντες ὅρμους καὶ βραχεῖάν τινα παντελῶς προσαγωγήν, μεγάλην εὐδαιμονίαν δοκοῦσι περιποιήσασθαι δι᾽ οὐδὲν ἕτερον διὰ τὴν τῶν τόπων εὐφυΐαν, ἣν οὐδὲ συγκρίνειν ἄξιόν ἐστι τοῖς Ταραντίνων λιμέσι καὶ τόποις. [7] τέτακται δὲ καὶ πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν λιμένας εὐφυῶς καὶ νῦν μέν, ἔτι δὲ μᾶλλον ἦν πρὸ τοῦ. [8] ἀπὸ γὰρ ἄκρας Ἰαπυγίας ἕως εἰς Σιποῦντα πᾶς προσφερόμενος ἐκ τῶν ἀντιπέρας καὶ καθορμισθεὶς πρὸς τὴν Ἰταλίαν εἰς Τάραντ᾽ ἐποιεῖτο τὴν ὑπερβολήν, καὶ ταύτῃ συνεχρῆτο τῇ πόλει πρὸς τὰς ἀλλαγὰς καὶ μεταθέσεις οἷον [εἰ] ἐμπορίῳ: [9] οὐδέπω γὰρ συνέβαινε τότε τὴν τῶν Βρεντεσίνων ἐκτίσθαι πόλιν. [10] διόπερ Φάβιος, ἐν μεγάλῳ τιθέμενος τὴν ἐπιβολήν, τἄλλα παρεὶς πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἦν ἐπινοίαις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: