previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


VI. Res Hispaniae

κατὰ δὲ τὴν Ἰβηρίαν Πόπλιος τῶν Ῥωμαίων στρατηγός, ποιούμενος τὴν παραχειμασίαν ἐν Ταρράκωνι, καθάπερ ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, πρῶτον μὲν τοὺς Ἴβηρας εἰς τὴν αὑτῶν φιλίαν καὶ πίστιν ἐνεδήσατο διὰ τῆς τῶν ὁμήρων ἑκάστοις ἀποδόσεως, [2] λαβὼν συναγωνιστὴν ἐκ ταὐτομάτου πρὸς τοῦτο τὸ μέρος Ἐδεκῶνα τὸν Ἐδετανῶν δυνάστην, ὃς ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν τὸν Πόπλιον, εὐθέως συλλογισάμενος τὴν ἐσομένην τῶν Ἰβήρων μεταβολὴν ἀρχηγὸς ἐβουλήθη γενέσθαι τῆς αὐτῆς ὁρμῆς, [3] μάλιστα πεπεισμένος οὕτως τὴν γυναῖκα καὶ τὰ τέκνα κομιεῖσθαι καὶ δόξειν οὐ κατ᾽ ἀνάγκην, ἀλλὰ κατὰ πρόθεσιν αἱρεῖσθαι τὰ Ῥωμαίων: καὶ συνέβη γενέσθαι. [4] τῶν γὰρ δυνάμεων ἄρτι διαφειμένων εἰς τὴν παραχειμασίαν παρῆν εἰς τὴν Ταρράκωνα μετὰ τῶν οἰκείων καὶ φίλων. [5] ἐλθὼν δ᾽ εἰς λόγους τῷ Ποπλίῳ ταύτην ἔφη τοῖς θεοῖς μεγίστην χάριν ἔχειν, ὅτι πρῶτος τῶν κατὰ τὴν χώραν δυναστῶν ἥκει πρὸς αὐτόν. [6] τοὺς μὲν γὰρ ἄλλους ἀκμὴν διαπέμπεσθαι καὶ βλέπειν πρὸς Καρχηδονίους, τὰς δὲ χεῖρας ἐκτείνειν Ῥωμαίοις: αὐτὸς δὲ παραγεγονέναι διδοὺς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς φίλους καὶ συγγενεῖς εἰς τὴν Ῥωμαίων πίστιν. διόπερ ἂν νομισθῇ παρ᾽ αὐτῷ φίλος καὶ σύμμαχος, [7] μεγάλην μὲν αὐτῷ πρὸς τὸ παρὸν ἔφη, μεγάλην δ᾽ εἰς τὸ μέλλον παρέξεσθαι χρείαν. [8] παραυτίκα μὲν γὰρ θεασαμένους τοὺς Ἴβηρας πρός τε τὴν φιλίαν αὑτὸν προσδεδεγμένον καὶ τετευχότα τῶν ἀξιουμένων πάντας ἐπὶ τὸ παραπλήσιον ἥξειν, σπουδάζοντας κομίσασθαι τοὺς ἀναγκαίους καὶ τυχεῖν τῆς Ῥωμαίων συμμαχίας: [9] εἰς δὲ τὸν μετὰ ταῦτα χρόνον προκαταληφθέντας τῇ τοιαύτῃ τιμῇ καὶ φιλανθρωπίᾳ συναγωνιστὰς ἀπροφασίστους ὑπάρξειν αὐτῷ πρὸς τὰ κατάλοιπα τῶν ἔργων. [10] διόπερ ἠξίου τὴν γυναῖκα καὶ τὰ τέκνα κομίσασθαι, καὶ κριθεὶς φίλος ἐπανελθεῖν εἰς τὴν οἰκείαν, ἵνα λαβὼν ἀφορμὴν εὔλογον ἐναποδείξηται τὴν αὑτοῦ καὶ τῶν φίλων εὔνοιαν κατὰ δύναμιν εἴς τε τὸν Πόπλιον αὐτὸν καὶ τὰ Ῥωμαίων πράγματα. [11] Ἐδεκὼν μὲν οὖν τοιαῦτα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: