previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ Ῥωμαῖοι κρατήσαντες τοῦ τείχους τὸ μὲν πρῶτον ἐπεπορεύοντο κατὰ τὴν ἐφοδείαν ἀποσύροντες τοὺς πολεμίους, μεγάλα συμβαλλομένης αὐτοῖς τῆς ὁπλίσεως πρὸς τοῦτο τὸ γένος τῆς χρείας: [2] ἐπεὶ δ᾽ ἀφίκοντο πρὸς τὴν πύλην, οἱ μὲν καταβάντες διέκοπτον τοὺς μοχλούς, οἱ δ᾽ ἔξωθεν εἰσέπιπτον, οἱ δὲ διὰ τῶν κλιμάκων βιαζόμενοι κατὰ τὸν ἰσθμόν, ἤδη κρατοῦντες τῶν ἀμυνομένων, ἐπέβαινον ἐπὶ τὰς ἐπάλξεις. [3] καὶ τέλος τὰ μὲν τείχη τούτῳ τῷ τρόπῳ κατείληπτο, τὸν δὲ λόφον οἱ διὰ τῆς πύλης εἰσπορευόμενοι κατελάμβανον τὸν πρὸς τὰς ἀνατολάς, τρεψάμενοι τοὺς φυλάττοντας. [4] δὲ Πόπλιος ἐπεὶ τοὺς εἰσεληλυθότας ἀξιόχρεως ὑπελάμβανεν εἶναι, τοὺς μὲν πλείστους ἐφῆκε κατὰ τὸ παρ᾽ αὐτοῖς ἔθος ἐπὶ τοὺς ἐν τῇ πόλει, παραγγείλας κτείνειν τὸν παρατυχόντα καὶ μηδενὸς φείδεσθαι, μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα. ποιεῖν δέ μοι δοκοῦσι τοῦτο καταπλήξεως χάριν: [5] διὸ καὶ πολλάκις ἰδεῖν ἔστιν ἐν ταῖς τῶν Ῥωμαίων καταλήψεσι τῶν πόλεων οὐ μόνον τοὺς ἀνθρώπους πεφονευμένους, ἀλλὰ καὶ τοὺς κύνας δεδιχοτομημένους καὶ τῶν ἄλλων ζῴων μέλη παρακεκομμένα. [6] τότε δὲ καὶ τελέως πολὺ τὸ τοιοῦτον ἦν διὰ τὸ πλῆθος τῶν κατειλημμένων. [7] αὐτὸς δὲ περὶ χιλίους ἔχων ὥρμησε πρὸς τὴν ἄκραν. ἐγγίσαντος δ᾽ αὐτοῦ τὸ μὲν πρῶτον ἐπεβάλλετο Μάγων ἀμύνεσθαι, μετὰ δὲ ταῦτα συννοήσας βεβαίως ἤδη κατειλημμένην τὴν πόλιν διεπέμψατο περὶ τῆς ἀσφαλείας τῆς αὑτοῦ, καὶ παρέδωκε τὴν ἄκραν. [8] οὗ γενομένου, καὶ τοῦ συνθήματος ἀποδοθέντος, τοῦ μὲν φονεύειν ἀπέστησαν, ὥρμησαν δὲ πρὸς τὰς ἁρπαγάς. [9] ἐπιγενομένης δὲ τῆς νυκτὸς οἱ μὲν ἐπὶ τῆς παρεμβολῆς ἔμενον, οἷς ἦν οὕτω διατεταγμένον: μετὰ δὲ τῶν χιλίων στρατηγὸς ἐπὶ τῆς ἄκρας ηὐλίσθη, τοὺς δὲ λοιποὺς διὰ τῶν χιλιάρχων ἐκ τῶν οἰκιῶν ἐκκαλεσάμενος ἐπέταξε συναθροίσαντας εἰς τὴν ἀγορὰν τὰ διηρπασμένα κατὰ σημαίας ἐπὶ τούτων κοιτάζεσθαι. [10] τοὺς δὲ γροσφομάχους ἐκ τῆς παρεμβολῆς καλέσας ἐπὶ τὸν λόφον ἐπέστησε τὸν ἀπὸ τῶν ἀνατολῶν. [11]

καὶ τῆς μὲν κατὰ τὴν Ἰβηρίαν Καρχηδόνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: