καὶ τούτων τῶν προαιρέσεων οὐδεμιᾶς ἀπέτυχε Καλλίας, ἀλλ᾽ ὁ μισοτύραννος Δημοσθένης, ὡς αὐτὸς προσποιεῖται, ὅν φησι Κτησιφῶν τὰ βέλτιστα λέγειν, ἀπέδοτο μὲν τοὺς καιροὺς τοὺς τῆς πόλεως, ἔθαψε δ᾽ ἐν τῇ συμμαχίᾳ βοηθεῖν ἡμᾶς Χαγκιδεῦσι, ῥῆμα μόνον ἀντικαταλλαξάμενος ἀντὶ τούτων, εὐφημίας ἕνεκα προσγράψας ‘καὶ Χαλκιδέας βοηθεῖν, ἐάν τις ἴῃ ἐπ᾽ Ἀθηναίους:’