ἡδέως δ᾽ ἂν ἔγωγε, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναντίον ὑμῶν ἀναλογισαίμην πρὸς τὸν γράψαντα τὸ ψήφισμα, διὰ ποίας εὐεργεσίας ἀξιοῖ Δημοσθένην στεφανῶσαι. εἰ μὲν γὰρ λέξεις, ὅθεν τὴν ἀρχὴν τοῦ ψηφίσματος ἐποιήσω, ὅτι τὰς τάφους τὰς περὶ τὰ τείχη καλῶς ἐτάφρευσε, θαυμάζω σου. τοῦ γὰρ ταῦτ᾽ ἐξεργασθῆναι καλῶς τὸ γεγενῆσθαι τούτων ἄτιον μείζω κατηγορίαν ἔχει: οὐ γὰρ περιχαρακώσαντα χρὴ τὰ τείχη, οὐδὲ τάφους δημοσίους1 ἀνελόντα τὸν ὀρθῶς πεπολιτευμένον δωρεὰς αἰτεῖν, ἀλλ᾽ ἀγαθοῦ τινος αἴτιον γεγενημένον τῇ πόλει.