ἀδικήσας δὲ Φίλιππον κἀκεῖθεν ἀποδράς, ὑπέβαλεν ἑαυτὸν φέρων Θηβαίοις. καταλιπὼν1 δὲ κἀκείνους, καὶ πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου, παρ᾽ ὃν ὤκει, εἰς μέσον πίπτει τῆς τε Θηβαίων ἔχθρας καὶ τῆς Φιλίππου. ἀπορῶν δ᾽ ὅ τι χρήσαιτο αὑτῷ, καὶ παραγγελλομένης ἐπ᾽ αὐτὸν ἤδη στρατείας,2 μίαν ἐλπίδα λοιπὴν κατεῖδε σωτηρίας, ἔνορκον λαβεῖν τὸν Ἀθηναίων δῆμον, σύμμαχον ὀνομασθέντα, βοηθήσειν, εἴ τις ἐπ᾽ αὐτὸν ἴοι: ὃ πρόδηλον ἦν ἐσόμενον, εἰ μὴ ὑμεῖς κωλύσετε.