ἔγραψε Φιλοκράτης ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπειν περὶ εἰρήνης. τοῦτο τὸ ψήφισμα ἐγράφη παρανόμων. ἧκον οἱ τῆς κρίσεως χρόνοι: κατηγόρει μὲν Λυκῖνος ὁ γραψάμενος, ἀπελογεῖτο δὲ Φιλοκράτης, συναπελογεῖτο δὲ Δημοσθένης: ἀπέφυγε Φιλοκράτης: μετὰ ταῦτα ἐπῄει1 Θεμιστοκλῆς ἄρχων: ἐνταῦθ᾽ εἰσέρχεται βουλευτὴς2 Δημοσθένης, οὔτε λαχὼν οὔτ᾽ ἐπιλαχών, ἀλλ᾽ ἐκ παρασκευῆς πριάμενος, ἵν᾽ εἰς ὑποδοχὴν ἅπαντα καὶ λέγοι καὶ πράττοι Φιλοκράτει, ὡς αὐτὸ ἔδειξε τὸ ἔργον.