ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὁ μὲν νομοθέτης κελεύει ἐν τῷ δήμῳ ἐν Πυκνὶ τῇ ἐκκλησίᾳ ἀνακηρύττειν τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον, ‘ἄλλοθι δὲ μηδαμοῦ,’ Κτησιφῶν δὲ ἐν τῷ θεάτρῳ, οὐ τοὺς νόμους μόνον ὑπερβάς, ἀλλὰ καὶ τὸν τόπον μετενεγκών, οὐδὲ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ τραγῳδῶν γιγνομένων, οὐδ᾽ ἐναντίον τοῦ δήμου, ἀλλ᾽ ἐναντίον τῶν Ἑλλήνων, ἵν᾽ ἡμῖν συνειδῶσιν οἷον ἄνδρα τιμῶμεν.