καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, ἀλλὰ τὸν τρόπον ἐξετάξω. ὁ γὰρ μισότεκνος καὶ πατὴρ πονηρὸς οὐκ ἄν ποτε γένοιτο δημαγωγὸς χρηστός, οὐδὲ ὁ τὰ φίλτατα καὶ οἰκειότατα σώματα μὴ στέργων οὐδέποθ᾽ ὑμᾶς περὶ πολλοῦ ποιήσεται τοὺς ἀλλοτρίους, οὐδέ γε ὁ ἰδία πονηρὸς ἄν ποτε γένοιτο δημοσίᾳ χρηστός, οὐδ᾽ ὅστις ἐστὶν οἴκοι φαῦλος, οὐδέποτ᾽ ἦν ἐν Μακεδονία καλὸς κἀγαθός: οὐ γὰρ τὸν τρόπον, ἀλλὰ τὸν τόπον μετήλλαξεν.