ἁπλοῦς δὴ παντάπασιν ὁ μετὰ ταῦτα ἡμῖν λόγος γίγνεται, καὶ ὑμῖν ἀκούσασι κρῖναι εὐμαθής: δεῖ γὰρ δή που τὸν μὲν κατηγοροῦντα ἐμὲ τοῦθ᾽ ὑμῖν ἐπιδεικνύναι, ὡς εἰσὶν οἱ κατὰ Δημοσθένους ἔπαινοι ψευδεῖς, καὶ ὡς οὔτ᾽ ἤρξατο ‘λέγειν τὰ βέλτιστα,’ οὔτε νῦν ‘διατελεῖ πράττων τὰ συμφέροντα τῷ δήμῳ.’ κἂν τοῦτ᾽ ἐπιδείξω, δικαίως δή που τὴν γραφὴν ἁλώσεται Κτησιφῶν: ἅπαντες γὰρ ἀπαγορεύουσιν οἱ νόμοι μηδένα ψευδῆ γράμματα ἐγγράφειν ἐν τοῖς δημοσίοις ψηφίσμασι. τῷ δ᾽ ἀπολογουμένῳ τοὐναντίον τούτου δεικτέον ἐστίν. ὑμεῖς δ᾽ ἡμῖν ἔσεσθε τῶν λόγων κριταί.