καὶ τὰς κρίσεις τὰς μὲν ἐκ τῶν νόμων καταλελύκασι, τὰς δ᾽ ἐκ τῶν ψηφισμάτων μετ᾽ ὀργῆς κρίνουσιν, σεσίγηται μὲν τὸ κάλλιστον καὶ σωφρονέστατον κήρυγμα τῶν ἐν τῇ πόλει: ‘τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων;’ καὶ πάλιν ἐν μέρει τῶν ἄλλων Ἀθηναίων. τῆς δὲ τῶν ῥητόρων ἀκοσμίας οὐκέτι κρατεῖν δύνανται οὔθ᾽ οἱ πρυτάνεις οὔθ᾽ οἱ πρόεδροι οὔθ᾽ ἡ προεδρεύουσα φυλή, τὸ δέκατον μέρος τῆς πόλεως.